Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.287 Dem. 18.290 (English) >>Dem. 18.293

18.289λέγε δʼ αὐτῷ τουτὶ τὸ ἐπίγραμμα, δημοσίᾳ προείλεθʼ πόλις αὐτοῖς ἐπιγράψαι, ἵνʼ εἰδῇς, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳ σαυτὸν ἀγνώμονα καὶ συκοφάντην ὄντα καὶ μιαρόν. Λέγε. Ἐπίγραμμα
οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο
ὅπλα, καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν·
μαρνάμενοι δʼ ἀρετῆς καὶ δείματοςοὐκ ἐσάωσαν
ψυχάς, ἀλλʼ Ἀΐδην κοινὸν ἔθεντο βραβῆ,
οὕνεκεν Ἑλλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες
δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν.
γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων
σώματʼ, ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις·
μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν
ἐν βιοτῇ· μοῖραν δʼ οὔ τι φυγεῖν ἔπορεν.
Inscription
18.290ἀκούεις, Αἰσχίνη, καὶ ἐν αὐτῷ τούτῳμηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν;” οὐ τῷ συμβούλῳ τὴν τοῦ κατορθοῦν τοὺς ἀγωνιζομένους ἀνέθηκεν δύναμιν, ἀλλὰ τοῖς θεοῖς. τί οὖν, κατάρατʼ, ἐμοὶ περὶ τούτων λοιδορεῖ, καὶ λέγεις σοὶ καὶ τοῖς σοῖς οἱ θεοὶ τρέψειαν εἰς κεφαλήν;

18.291πολλὰ τοίνυν, ἄνδρες Ἀθηναῖοι, καὶ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου, μάλιστʼ ἐθαύμασα πάντων ὅτε τῶν συμβεβηκότων τότε τῇ πόλει μνησθεὶς οὐχ ὡς ἂν εὔνους καὶ δίκαιος πολίτης ἔσχε τὴν γνώμην οὐδʼ ἐδάκρυσεν, οὐδʼ ἔπαθεν τοιοῦτον οὐδὲν τῇ ψυχῇ, ἀλλʼ ἐπάρας τὴν φωνὴν καὶ γεγηθὼς καὶ λαρυγγίζων ᾤετο μὲν ἐμοῦ κατηγορεῖν δηλονότι, δεῖγμα δʼ ἐξέφερεν καθʼ ἑαυτοῦ ὅτι τοῖς γεγενημένοις ἀνιαροῖς οὐδὲν ὁμοίως ἔσχε τοῖς ἄλλοις.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.287 Dem. 18.290 (English) >>Dem. 18.293

Powered by PhiloLogic